TLG 4392 001 :: JOANNES EPIPHANIENSIS :: Fragmentum JOANNES EPIPHANIENSIS Hist., vel Joannes Epiphanius vel Joannes Scholasticus Fragmentum Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 273–276. Fr. 1 (e libro primo historiarum) Citation: Fragment — (line) | ||
t1 | Περὶ τῆς τοῦ νέου Χοσρόου προσχωρήσεως πρὸς Μαυρίκιον τὸν Ῥωμαίων αὐτοκράτορα ΙΣΤΟΡΙΩΝ ΤΟΜΟΣ Α. | |
1 | 1. Τὰ μὲν ὅσα Ῥωμαῖοί τε καὶ Μῆδοι πολεμοῦντες ἀλλήλοις ἔπαθόν τε καὶ ἔδρασαν κατὰ τὴν Ἰουστινια‐ νοῦ τοῦ Ῥωμαίων αὐτοκράτορος βασιλείαν, (*) γέγρα‐ πται Ἀγαθίᾳ τῷ Μυριναίῳ ἀνδρὶ τοῖς ἐν Βυζαντίῳ ῥή‐ | |
5 | τορσι καταλεγέντι διαφανῶς, καὶ μετά γε Προκόπιον τὸν Καισαρέα τὰ πρὸς τοὺς βαρβάρους πραχθέντα ἀνα‐ γράψαντι. Μεγίστου δὲ ὄντος ὧν ἀκοῇ ἴσμεν, αὐτὸν βα‐ σιλέα Περσῶν φυγάδα τῆς οἰκείας γενόμενον, τῆς τε ἀρχῆς ἐκπεπτωκότα, τῇ Ῥωμαίων προσχωρῆσαι πο‐ | |
---|---|---|
10 | λιτείᾳ, Μαυρικίου βασιλέως δεόμενον συμμαχίαν οἱ ἐπιδοῦναι καὶ ἐς τὴν βασιλείαν καταγαγεῖν, τοῦτο ἔρ‐ χομαι λέξων, οὐ λόγου περιουσίᾳ τεθαρρηκὼς οὐδέ γε πρότερον ... (**), ἀλλ’ ὡς ἂν μὴ πρᾶγμα τηλικοῦτον τοῖς ἔπειτα γενησομένοις ἀδιαβόητον καταλειφθείη· ἐπεὶ | |
15 | καὶ τὰ μέγιστα τῶν ἔργων, εἰ μή πως ἄρα διὰ τῶν λόγων φυλαχθείη καὶ τῇ μνήμῃ παραδοθείη, τῷ τῆς σιωπῆς ἀποσβέννυται σκότει. Παρέχουσι γὰρ οἱ λόγοι τὸ ζῆν καὶ διαφθειρομένοις τοῖς πράγμασιν. Ἔπειτα δὲ καί τισι τῶν γεγενημένων παρατυχὼν, αὐτῷ τε Χοσρόῃ τῷ νέῳ | |
20 | ἐς λόγους ἐλθὼν καὶ τῶν ἄλλων Μήδων τοῖς μάλιστα ἀξιολογωτάτοις (καὶ γάρ με συμβέβηκε πρότερον μὲν Γρηγορίῳ τῷ τῆς Ἀντιοχέων πόλεως ἀρχιερεῖ σύμβου‐ λον ὄντα, ἅμα αὐτῷ τὴν πρὸς ἐκείνους ὁμιλίαν πολλά‐ κις ποιήσασθαι· χρόνῳ δὲ ὕστερον μετὰ τὴν τοῦ πολέ‐ | |
25 | μου τελευτὴν καὶ ἐς τὴν Περσῶν ἀφικέσθαι γῆν, Γεωρ‐ γίῳ συνεσβαλόντα τὴν τῶν γενομένων ὁμοφροσύνην ποιουμένῳ), οὐκ ἄτοπον ἡγησάμην καθ’ ὅσον δ’ ἂν οἷός τε ὦ, τοῖς οὐκ εἰδόσι τὰ περὶ τούτων διηγήσασθαι. Ἀναγκαῖον δὲ ὂν τῆς τῶν ἑπομένων γνώσεως ἕνεκα, | |
30 | ἀκριβῶς εἰδέναι καὶ τὰ καίρια τῶν προγεγενημένων, οὐχ ἥκιστα δὲ τὰ ἐς τὴν ἐπανάστασιν τὴν Ὁρμίσδᾳ τῷ Χοσρόου πατρὶ γεγενημένην, τῶν ἔμπροσθέν μοι δοκεῖ διὰ βραχέων μνημονεύσαντα πρότερον, οὕτω καὶ ἐπὶ τὸν ἄλλον ἀφικέσθαι λόγον· ὡς τοὺς μὲν εἰδότας | |
35 | ὑπομνησθῆναι τῶν κεκινημένων, τοὺς δὲ μηδ’ ὅλως ἀκηκοότας τὰς ἀφορμὰς ἔχειν εἰδέναι σαφῶς ἀφ’ ὧν τὰ μετὰ ταῦτα πραχθέντα γεγόνασιν. 2. Ἐπεὶ γὰρ Ἰουστινιανὸς βασιλεὺς ἐννέα καὶ τριά‐ κοντα τοῖς πᾶσιν ἔτεσι Ῥωμαίων ἄρξας ἐτελεύτα τὸν | |
40 | βίον, τοῦ χρόνου τὸ πέρας ἐν εἰρήνῃ βιώσας πρός τε τοὺς ἄλλους καὶ Μήδου αὐτοὺς, τήν τε Ῥωμαίων διεδέ‐ ξατο βασιλείαν Ἰουστῖνος ὁ νέος, ἀδελφιδοῦς αὐτῷ γε‐ γονὼς, λυθεισῶν τῶν πρὸς ἀλλήλους Ῥωμαίοις τε καὶ Μήδοις ἔμπροσθεν γεγενημένων σπονδῶν, ἃς Ἰουστι‐ | |
45 | νιανὸς πρὸς Χοσρόην τὸν Καβάδου, Περσῶν βασιλέα, ἐπὶ χρόνους πεντήκοντα πέντε πεποίητο, μέγαν πόλε‐ μον κεκινήκασι πρὸς ἀλλήλους, ἀρχθέντα μὲν ἤδη κατὰ | |
τὸ ἕβδομον ἔτος τῆς Ἰουστίνου βασιλείας, ἐς εἴκοσι δὲ χρόνους ἐπεκτανθέντα, καὶ τὸ πέρας δεξάμενον τῷ ἐν‐ | 273 | |
1(50) | νάτῳ τῆς βασιλείας ἐνιαυτῷ τοῦ Ῥωμαίων αὐτοκρά‐ τορος Μαυρικίου. Τὰς μὲν οὖν αἰτίας τῆς τῶν γενῶν φιλονεικίας ἀλλήλοις ἐπῆγον· Ῥωμαῖοι μὲν χαλεπῶς φέ‐ ροντες, ὅτι τοὺς Ὁμηρίτας (Ἰνδικὸν δὲ τὸ γένος καὶ σφίσιν αὐτοῖς σύμμαχόν τε καὶ ὑπήκοον) ἀποστῆσαι | |
55 | Μῆδοι διενοήθησαν, μηδαμῶς δὲ ἑλομένων ἐκείνων, ἔφοδον κατ’ αὐτῶν ἐποιήσαντο τοῦ χρόνου τῶν σπονδῶν ἐνισταμένου· πρὸς τούτοις δὲ, ὅτι καὶ Τούρκων πρὸς Ῥωμαίους ...βευσαμένων, Ἰου‐ στίνου δὲ βασιλέως τὴν πρεσβείαν προσιεμένου, καὶ | |
60 | Ζήμαρχον, ἄνδρα τῆς συγκλήτου βουλῆς, σὺν ἐκείνοις ἐκπέμψαντος, Πέρσαι τοὺς Ἀλανοὺς χρήμασι διαφθεῖ‐ ραι βουληθέντες, δι’ ὧν ἐκεῖνοι τὴν πορείαν ἔμελλον ποιήσασθαι, τόν τε Ζήμαρχον καὶ τοὺς σὺν αὐτῷ Ῥω‐ μαίους τε καὶ Τούρκους ἐκποδὼν γενέσθαι διεσπούδα‐ | |
65 | ζον. Τὸν ὅμοιον δὲ τρόπον ἀντεπῆγον καὶ Μῆδοι, τοῦ πολέμου τὰς ἀφορμὰς ἐπικαλοῦντες Ῥωμαίοις, ὅτι τοὺς Ἀρμενίους, ὑποφόρους σφίσιν ὄντας, ἐς ἐπανάστασίν τε ἑωρακότας, καὶ τὸν ἄρχοντα σφῶν Σουρήνην τοὔ‐ νομα διαχρησαμένους, τῇ τε Ῥωμαίων ἀρχῇ προσχω‐ | |
70 | ρήσαντας, ἐν σπονδαῖς ὑπεδέξαντό τε καὶ τῆς οἰκείας αὐτοῖς μεταδεδώκασι συμμαχίας. Οὐχ ἥκιστα δὲ τὸ φιλόνεικον αὐτοῖς ἐπὶ πλέον ηὐξήθη (εἴ τις ἄρα τὴν ἀφανεστάτην αἰτίαν, ἀληθῆ δὲ ὅμως, μαθεῖν ἐθελήσῃ), ὅτι δὴ ὁ βασιλεὺς Ἰουστῖνος οὐδαμῆ ἠξίου, χρυσίου λί‐ | |
75 | τρας πεντακοσίας, ἐφ’ αἷς ἔμπροσθεν γεγόνασιν αἱ σπονδαὶ, παρέχειν Μήδοις εἰς ἕκαστον ἔτος, καὶ τὴν Ῥωμαίων πολιτείαν Πέρσαις ὑπόφορον ἐς ἀεὶ κατα‐ στήσασθαι. 3. Τοῦ χρόνου τοίνυν ἐς πέρας ἀχθέντος, ὑπὲρ οὗ | |
80 | τὰ χρήματα κατὰ τὰ πάλαι συγκείμενα Χοσρόης ὁ Περ‐ σῶν ἐκεκόμιστο βασιλεύς (καὶ γὰρ ἐδόκει κατὰ ταὐτὸν τὸ τῆς δεκαετίας ποσὸν ἐπιδίδοσθαι), μηδενός τε τὸ λοι‐ πὸν ἐς σύμβασιν ὁμιληθέντος, Ἰουστῖνος ὁ Ῥωμαίων βασιλεὺς ἐς τὴν ἑώαν κατὰ τάχος ἐκπέμπει Μαρκιανὸν | |
85 | στρατηγὸν, ἐν τοῖς πατρικίοις τῆς συγκλήτου βουλῆς τεταγμένον, αὐτῷ τε πρὸς γένος συνημμένον, τῶν τε πολεμικῶν κινδύνων οὐκ ἄπειρον, καὶ ἄλλως ἀνδρεῖον ὄντα τε καὶ δοκοῦντα. Διαβὰς δὲ τὸν Εὐφράτην ὁ Μαρ‐ κιανὸς, καὶ κατὰ τὴν Ὀσροηνὴν γεγονὼς, ἤδη τοῦ θέ‐ | |
90 | ρους παρ, καὶ τῶν βαρβά‐ ρων τέως οὐδὲν προειδομένων πολέμιον, τρισχιλίους ὁπλίτας κατὰ τὴν Ἀρζανηνὴν οὕτω καλουμένην ἐκ‐ πέμπει μοῖραν, ἡγεμόνας ἐπιστήσας αὐτοῖς Θεόδωρόν τε καὶ Σέργιον, ἐκ τοῦ Ῥάβδιος τὸ γένος ἕλκοντας, | |
95 | Ἰουβεντῖνόν τε, τῶν ἐν Χαλκίδι ταγμάτων ἡγούμενον. Ἐμβαλόντες οὖν ἐξαπίνης τὴν Περσῶν δῃοῦσι γῆν καὶ λείαν ἱκανὴν κομισάμενοι ὡς τάχιστα ἐπανίασι. Μετὰ δὲ τὴν τοῦ χειμῶνος ὥραν Μαρκιανοῦ τὰς δυνά‐ μεις αὖθις συναγείραντος, ἔκ τε τοῦ Δάρας ὁρμηθέντος, | |
1(100) | καὶ τῶν βαρβάρων τῆς Νισίβεως πόλεως ἔμπροσθεν ὑπαντιασάντων, στρατηγοῦντος αὐτοῖς Βαραμάνου, ὃς τῶν ἐκεῖσε ταγμάτων ἄρχειν ἐτέτακτο, μάχην ἰσχυρὰν γενέσθαι συμβέβηκε, Σαργαθὼν, οὕτω προσαγορευομέ‐ νου Περσικοῦ χωρίου, πλησίον, ἐν ᾗπερ ἀνὰ κράτος | |
105 | Ῥωμαῖοι τοὺς βαρβάρους τρεψάμενοι, πολλοὺς δὲ κα‐ ταβαλόντες, ἀπόπειραν μὲν τοῦ Θηβηθὼν ἐποιήσαντο φρουρίου, δέκα τὰς πά‐ σας ἡμέρας αὐτόσε διατρίψαντες. Τοῦτο δὲ μηδαμῶς ἑλεῖν δυνηθέντες, αὖθις κατὰ τὸ Δάρας ἐπανίασι πό‐ | |
110 | λισμα, ἔτι τοῦ ἦρος ἀκμάζοντος, καὶ εἰς τὴν πολεμίαν αὖθις ἐμβάλλουσι γῆν, γνώμῃ τε βασιλέως Ἰουστίνου | |
Νίσιβιν πολιορκεῖν διεγνώκασιν. 4. Στρατοπεδευομένων δὲ αὐτῶν τῆς πόλεως πλη‐ σίον, βασιλεὺς Χοσρόης ἄρας ἐκ Βαβυλῶνος ἅμα τῷ | 274 | |
115 | τῶν Μήδων στρατῷ, καὶ Τίγριν ποταμὸν διαβὰς, τήν τε πορείαν διὰ τῆς ἐρήμου γῆς ποιούμενος, ὡς μηδαμῆ Ῥωμαίοις ἔκπυστος ἡ τοῦ βασιλέως γένοιτο κίνησις, ἐπειδὴ πλησίον Ἀμβαρὼν Περσικοῦ γέγονεν φρουρίου (ἀφειστήκει δὲ τοῦτο πόλεως Κιρκησίου ὁδὸν ἡμερῶν | |
120 | πέντε), τὸν μὲν Ἀδααρμάνην, οὕτω καλούμενον στρα‐ τηγὸν, αὐτόσε που τὸν Εὐφράτην περαιωθέντα, κατὰ τάχος ἐκπέμπει, Δῃώ‐ σοντα γῆν, χιλιάδας ἓξ αὐτῷ παρασχόμενος Μήδων τε καὶ τῶν νομάδων βαρβάρων· αὐτὸς δὲ τὸν Ἀβόρραν | |
125 | τοῖς τὴν Νίσιβιν πολιορκοῦσι Ῥωμαίοις ἠπεί‐ γετο. Ὁ μὲν οὖν Ἀδααρμάνης Κιρκησίου πόλεως πλη‐ σίον τὸν Εὐφράτην διαβὰς τὰ Ῥωμαίων προενόμευε πράγματα, κωλύοντος οὐδενός. Ὑπὸ γὰρ τῆς προλα‐ βούσης εἰρήνης καὶ ἡσυχίας, ἧς ἱκανῶς ἐπὶ τῆς Ἰουστι‐ | |
130 | νιανοῦ βασιλείας ἀπολελαύκασιν, ἐξελέλυτο μὲν αὐτοῖς ἡ τῶν πολεμικῶν παρασκευὴ, τὸ δὲ ἀνδρεῖον τελέως διέφθαρτο. Μηδενὸς οὖν ἐς χεῖρας ἰέναι τοῖς βαρβάροις θαρρήσαντος, Ἀδααρμάνης ἄγχιστα πόλεως Ἀντιο‐ χείας γεγονὼς, τούς τε παρακειμένους τῇ πόλει τόπους | |
135 | τε καὶ ἀγροὺς διαφθείρας, ἐπὶ τὴν Κοίλην ἐλαύνει Συ‐ ρίαν. Ἀπαμείας δὲ πόλεως μεγάλης οὐ πόρρωθεν στρα‐ τοπεδευσάμενος, τῶν τε πολιτῶν πρεσβευσαμένων καὶ περιελθὼν καὶ τὴν πόλιν ἀπαθῆ διαφυλάττειν ἐπαγγειλάμενος, ἐπειδὴ ταύτης ἐντὸς | |
140 | ἐγεγόνει, διαρπάζουσι μὲν οἱ Μῆδοι τὰ πράγματα, καὶ τοὺς ἐνοικοῦντας ἀνδραποδίσαντες, τήν τε πόλιν ἅπα‐ σαν πυρὶ παραδόντες, ὡς τάχιστα ἐς τὴν οἰκείαν ἐπα‐ νίασι γῆν. Τούτων δὲ οὕτω πραχθέντων, βασιλεὺς Ἰου‐ στῖνος Ἀκάκιον ἐκπέμψας (Ἀρχελάου δὲ τοῦτον Ῥω‐ | |
145 | μαῖοι προσονομάζειν εἰώθεσαν) Μαρκιανὸν ἔτι Νίσιβιν πολιορκοῦντα παρέλυσε τῆς ἀρχῆς, ὑποτοπήσας αὐτὸν ἐθελοκακεῖν, ἐς τὴν τῆς πόλεως κατοχὴν οὐδενὸς γεγο‐ νότος. 5. Τῶν δὲ Ῥωμαίων ὑπαναχωρησάντων, ἔς τε φρού‐ | |
1(150) | ριον ἐν ὄρει κείμενον ἀφικομένων, Μάρδης ὑπὸ τῶν ἐνοικούντων ὀνομαζόμενον, βασιλεὺς Χοσρόης ἐξαπί‐ νης ..... πολιορκίαν καθίστησιν ἑαυτὸν .... καὶ τὸ τῆς πόλεως ὕδωρ με....φους τε μεγάλους παροικοδομήσας τῷ τείχει καὶ τοῖς ἐμβόλοις χρησάμενος μηχανήμασιν, | |
155 | ἐπειδὴ μηδὲν ἔξωθεν ἐς ἐπικουρίαν γέγονε τῶν ἐνοι‐ κούντων, αἱρεῖ τὴν πόλιν, βίᾳ τῶν Μήδων ἐπιβάντων τοῦ τείχους. Πᾶσάν τε αὐτὴν ληισάμενος, καὶ τούς τε ἄλλους ἀνδραποδίσας, ἔτι δὲ καὶ Ἰωάννην τὸν Τιμο‐ στράτου παῖδα, δυνάμει τε καὶ ἀξιώσει προὔχοντα, | |
160 | καὶ τὴν τῆς πόλεως ἀρχὴν καὶ διοίκησιν ἀναδεδεγμέ‐ νον, φρουράν τε τὴν ἀποχρῶσαν καταλιπὼν, ἀπεχώρη‐ σεν ἐπ’ οἴκου, Ῥωμαίων ἔτι ἐς τὸ Μάρδης φρούριον διαιτωμένων, Μάγνου τε, ὃς τῶν βασιλικῶν ἐπετρό‐ πευε χρημάτων, καὶ τοῦ παντὸς τὴν ἡγεμονίαν ἐπεπί‐ | |
165 | στευτο. Ἡμέραις δὲ ὕστερον οὐ πολλαῖς βασιλεὺς Ἰου‐ στῖνος, ἐξαπίνης νόσου τῷ σώματι προσγενομένης, περὶ τοῦ παντὸς δεδιὼς, ἀνακωχὴν τοῦ παρόντος ἔτους πρὸς Πέρσας ἐποιήσατο. Τῆς νόσου δὲ αὐτῷ παρενοχλού‐ σης, Τιβέριον, ὃς τῶν βασιλέως ἦρχε σωματοφυλάκων | |
170 | (κόμητα δὲ τοῦτον ἐξκουβιτόρων Ῥωμαῖοι καλοῦσιν), υἱὸν ἀνειπὼν τῆς βασιλείας κοινωνὸν αἱρεῖται, Καίσαρα | |
τοῦτον ἀναγορεύσας, τάς τε τῆς ἀρχῆς φροντίδας αὐτῷ παραδίδωσιν. Ὅπερ ἁπάντων τῶν ὑπὸ Ἰουστίνου πρα‐ χθέντων παρὰ τὸν τῆς βασιλείας χρόνον ἄριστόν τε καὶ | 275 | |
175 | ἐς τὰ μάλιστα σωτήριον βουλευθὲν, πλείστων αἴτιον ἀγαθῶν τοῖς Ῥωμαίων γέγονε πράγμασι. Βουλευομένῳ δὲ Τιβερίῳ τὰ παρόντα ἐρρωμένως ἐδόκει τῶν πρα‐ γμάτων ἀντιλαβέσθαι, μὴ καί τι ἕτερον ἀνήκεστον γέ‐ νηται ..... σώζειν, καὶ τὰς ὁρμὰς ..ρξ.. δὲ ταύτῃ δοκούν‐ | |
180 | των, πρότερον ...εικὲς Θεόδωρον τῶν ἐν Ἀρμενίᾳ πραγμάτων ἡγησάμενον, πολλάς τε καὶ ἑτέρας οὐκ ἀφανεῖς ἀρχὰς διοικησάμενον, λόγου τε ἱκανῶς μετέ‐ χοντα καὶ τὸ δέον συνιδεῖν εὖ μάλα δεδυνημένον, ὡς τοὺς βαρβάρους ἐκπέμπει, κατὰ τοῦτο δὴ τὸ νενομι‐ | |
185 | σμένον τά τε ἀμφ’ αὐτὸν πραχθέντα δηλῶν, καὶ τὸν Χοσρόην ἐς διαλλαγὰς προτρέπων ἰέναι. Μικρῷ δὲ ὕστερον καὶ ἐς τὴν ἑώαν ὡσαύτως ἐκπέμπει κατὰ τά‐ χος Ἰουστινιανὸν τοῦ Γερμανοῦ παῖδα, τοῖς πατρικίοις τῆς συγκλήτου βουλῆς ἐγκαταλελεγμένον, ἐπιτρέψας | |
190 | αὐτῷ τὴν ὅλην τοῦ πολέμου διοίκησιν, ἄνδρα τοῖς πολε‐ μικοῖς ἀγῶσιν ἐντραφέντα, ἡλικίας δὲ ἐς τοῦτο ἥκοντα, ὡς μήτε διὰ νεότητος προπετείᾳ, μήτε διὰ γήρως ἀσθε‐ νείᾳ τι σφαλῆναι. Ἰουστινιανὸς μὲν οὖν κατὰ τὴν ἑώαν ὡς τάχιστα ἀφικόμενος, τῆς τῶν στρατιωτῶν εὐκοσμίας | |
195 | τε καὶ τάξεως ἐπεμελεῖτο. Τιβέριος δὲ ὁ Καῖσαρ στρα‐ τιὰν οὐκ ὀλίγην κατὰ σπουδὴν ἐκπέμπει, καὶ διὰ παν‐ τὸς ἐς τὴν τοῦ πολέμου παρασκευὴν ἐπονεῖτο, χρημά‐ των μὲν ἄπειρον ἀριθμὸν διανέμων, στρατιωτῶν δὲ τὸ κράτιστόν τε καὶ μαχιμώτατον ἐν τοῖς ἔθνεσι συναγεί‐ | |
1(200) | ρων, καὶ πάντα λίαν ἐπιμελῶς ἐς τὸν ἐπείγοντα πό‐ λεμον διανοούμενος. Οὕτω δὲ τούτων προϊόντων, καὶ τοῦ καιροῦ τῆς ἐς ὀλίγον γεγενημένης ἀνακωχῆς πε‐ ραιωθέντος, Πέρσαι μὲν κατὰ τὸ Δάρας ἑαυτοὺς συνα‐ γείραντες Κωνσταντίνης πόλεως ἀφικνοῦνται πλησίον, | |
205 | τοῦ Δάρας ἀφεστώσης ἐς δυόμενον ἥλιον σταδίοις ἐν‐ | |
νενήκοντα καὶ τετρακοσίοις. | 276 |